Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.169 Joseph. AJ 16.174 (English) >>Joseph. AJ 16.179

16.172

Οὐδὲν ἧττον καὶ Ἰούλιος Ἀντώνιος ἀνθύπατος ἔγραψενἘφεσίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. οἱ ἐν τῇ Ἀσίᾳ κατοικοῦντες Ἰουδαῖοι εἰδοῖς Φεβρουαρίοις δικαιοδοτοῦντί μοι ἐν Ἐφέσῳ ὑπέδειξαν Καίσαρα τὸν Σεβαστὸν καὶ Ἀγρίππαν συγκεχωρηκέναι αὐτοῖς χρῆσθαι τοῖς ἰδίοις νόμοις καὶ ἔθεσιν, ἀπαρχάς τε, ἃς ἕκαστος αὐτῶν ἐκ τῆς ἰδίας προαιρέσεως εὐσεβείας ἕνεκα τῆς πρὸς τὸ θεῖον ἀνακομιδῆς συμπορευομένους ποιεῖν ἀνεμποδίστως. 16.173ᾔτουν τε, ὅπως κἀγὼ ὁμοίως τοῖς ὑπὸ τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα δοθεῖσιν τὴν ἐμὴν γνώμην βεβαιώσω. ὑμᾶς οὖν βούλομαι εἰδέναι ἐν τοῖς τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα βουλήμασιν συνεπιτρέπειν αὐτοῖς χρῆσθαι καὶ ποιεῖν κατὰ τὰ πάτρια χωρὶς ἐμποδισμοῦ.” 16.174

Ταῦτα μὲν οὖν παρεθέμην ἐξ ἀνάγκης, ἐπειδὴ μέλλουσιν αἱ τῶν ἡμετέρων πράξεων ἀναγραφαὶ τὸ πλέον εἰς τοὺς Ἕλληνας ἰέναι, δεικνὺς αὐτοῖς ὅτι πάσης τιμῆς ἄνωθεν ἐπιτυγχάνοντες οὐδὲν τῶν πατρίων ἐκωλύθημεν ὑπὸ τῶν ἀρχόντων πράττειν, ἀλλὰ καὶ συνεργούμεθα τὰ τῆς θρησκείας ἔχοντες καὶ τῶν εἰς τὸν θεὸν τιμῶν. 16.175ποιοῦμαι δὲ πολλάκις αὐτῶν τὴν μνήμην ἐπιδιαλλάττων τὰ γένη καὶ τὰς ἐμπεφυκυίας τοῖς ἀλογίστοις ἡμῶν τε κἀκείνων μίσους αἰτίας ὑπεξαιρούμενος. 16.176ἔθεσιν μὲν γὰρ οὐδέν ἐστιν γένος τοῖς αὐτοῖς ἀεὶ χρῆται καὶ κατὰ πόλεις ἔσθʼ ὅπη πολλῆς ἐγγιγνομένης τῆς διαφορᾶς· τὸ δίκαιον δὲ πᾶσιν ἀνθρώποις ὁμοίως ἐπιτηδεύοντες λυσιτελέστατον ὂν Ἕλλησίν τε καὶ βαρβάροις,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.169 Joseph. AJ 16.174 (English) >>Joseph. AJ 16.179

Powered by PhiloLogic